Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.12 Dem. 6.14 (English) >>Dem. 6.19

6.13ἀλλὰ νὴ Δίʼ, εἴποι τις ἂν ὡς πάντα ταῦτʼ εἰδώς, οὐ πλεονεξίας ἕνεκʼ οὐδʼ ὧν ἐγὼ κατηγορῶ τότε ταῦτʼ ἔπραξεν, ἀλλὰ τῷ δικαιότερα τοὺς Θηβαίους ὑμᾶς ἀξιοῦν. ἀλλὰ τοῦτον καὶ μόνον πάντων τῶν λόγων οὐκ ἔνεστιν αὐτῷ νῦν εἰπεῖν· γὰρ Μεσσήνην Λακεδαιμονίους ἀφιέναι κελεύων, πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι σκήψαιτο;

6.14ἀλλʼ ἐβιάσθη νὴ Δία (ταῦτα γάρ ἐσθʼ ὑπόλοιπον) καὶ παρὰ γνώμην, τῶν Θετταλῶν ἱππέων καὶ τῶν Θηβαίων ὁπλιτῶν ἐν μέσῳ ληφθείς, συνεχώρησε ταῦτα. καλῶς. οὐκοῦν φασὶ μὲν μέλλειν πρὸς τοὺς Θηβαίους αὐτὸν ὑπόπτως ἔχειν, καὶ λογοποιοῦσιν περιιόντες τινὲς ὡς Ἐλάτειαν τειχιεῖ. 6.15 δὲ ταῦτα μὲν μέλλει καὶ μελλήσει γʼ, ὡς ἐγὼ κρίνω, τοῖς Μεσσηνίοις δὲ καὶ τοῖς Ἀργείοις ἐπὶ τοὺς Λακεδαιμονίους συλλαμβάνειν οὐ μέλλει, ἀλλὰ καὶ ξένους εἰσπέμπει καὶ χρήματʼ ἀποστέλλει καὶ δύναμιν μεγάλην ἔχων αὐτός ἐστι προσδόκιμος. τοὺς μὲν ὄντας ἐχθροὺς Θηβαίων Λακεδαιμονίους ἀναιρεῖ, οὓς δʼ ἀπώλεσεν αὐτὸς πρότερον Φωκέας νῦν σῴζει; καὶ τίς ἂν ταῦτα πιστεύσειεν; 6.16 ἐγὼ μὲν γὰρ οὐκ ἂν ἡγοῦμαι Φίλιππον, οὔτʼ εἰ τὰ πρῶτα βιασθεὶς ἄκων ἔπραξεν, οὔτʼ ἂν εἰ νῦν ἀπεγίγνωσκε Θηβαίους, τοῖς ἐκείνων ἐχθροῖς συνεχῶς ἐναντιοῦσθαι, ἀλλʼ ἀφʼ ὧν νῦν ποιεῖ, κἀκεῖνʼ ἐκ προαιρέσεως δῆλός ἐστι ποιήσας, ἐκ πάντων δʼ, ἄν τις ὀρθῶς θεωρῇ, πάνθʼ πραγματεύεται κατὰ τῆς πόλεως συντάττων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.12 Dem. 6.14 (English) >>Dem. 6.19

Powered by PhiloLogic